ἦμος δ᾽ἠριγένεια φάνη ῥοδοδάκτυλοςἨώς, νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δ᾽ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· ἑξ ῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.